Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.261 Joseph. AJ 17.266 (English) >>Joseph. AJ 17.271

17.264ἐσώθη τε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐδʼ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθʼ ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα. 17.265

Ἰουδαίους δὲ ἐλύπει μὲν τὸ πάθος τῶν φίλων, οἳ ἐν τῇδε ἔπεσον τῇ μάχῃ, ἐλύπει δὲ καὶ τῶν ἀναθημάτων ἀφαίρεσις, οὐ μὴν ἀλλʼ ὅπερ αὐτῶν ἐτύγχανεν συνεστραμμένον καὶ μαχιμώτατον τούτῳ ἐμπεριέχοντες τὸ βασίλειον ἠπείλουν πῦρ τε ἐνήσειν αὐτῷ καὶ πάντας κτείνειν, κελεύοντες τάχος ἀπιέναι καὶ πειθομένοις ὑπισχνούμενοι ἄδειαν καὶ Σαβίνῳ σὺν αὐτοῖς. 17.266καὶ τῶν βασιλικῶν τὸ πλεῖστον ηὐτομολήκεσαν σὺν αὐτοῖς, Ῥοῦφος δὲ καὶ Γρᾶτος τρισχιλίους τὸ μαχιμώτατον τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας τοῖς σώμασι δραστηρίους Ῥωμαίοις προστίθενται. καί τι καὶ ἱππικὸν ἦν τῶν ὑπὸ τῷ Ῥούφῳ τεταγμένων, καὶ αὐτὸ προσθήκη τῶν Ῥωμαίων ἐγεγόνει. 17.267Ἰουδαίοις δὲ οὐκ ἠμέλητο πολιορκία, ἀλλὰ καὶ τὰ τείχη μετήλλευον καὶ τοῖς μεταβαλλομένοις ἐκέλευον μὴ ἐμποδισταῖς εἶναι τοῦ ἀποληψομένου χρόνῳ παροῦσαν αὐτοῖς ἐλευθερίαν τὴν πάτριον. 17.268Σαβίνῳ μὲν οὖν εὐκτὸν ἀπιέναι μετὰ τῶν στρατιωτῶν, πιστεύειν δʼ οὐχ οἷός τε ἦν διὰ τὰ πεπραγμένα καὶ τὸ λίαν εὔγνωμον τῶν πολεμίων ἐπʼ ἀποτροπῇ τοῦ κατασταθησομένου εἶχεν, ἅμα δὲ καὶ τὸν Οὔαρον ἥξειν προσδοκῶν ὑπέμενε τὴν πολιορκίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.261 Joseph. AJ 17.266 (English) >>Joseph. AJ 17.271

Powered by PhiloLogic